εἰ μὲν οὖν ταῦτα λέγων διαφθείρω τοὺς νέους,

          ταῦτ' ἂν εἴη βλαβερά:

εἰ δέ τίς μέ φησιν ἄλλα λέγειν ἢ ταῦτα,

          οὐδὲν λέγει.

πρὸς ταῦτα,” φαίην ἄν, “ὦ ἄνδρες Ἀθηναῖοι, ἢ πείθεσθε Ἀνύτῳμή, καὶ ἢ ἀφίετε μεμή,

          ὡς ἐμοῦ οὐκ [30c] ἂν ποιήσαντος ἄλλα (= οὐκ ἂν ποιήσαιμι)

          οὐδ' εἰ μέλλω πολλάκις τεθνάναι.” ...

ἐάν με ἀποκτείνητε τοιοῦτον ὄντα οἷον ἐγὼ λέγω,

          οὐκ ἐμὲ μείζω βλάψετε ὑμᾶς αὐτούς:

          ἐμὲ μὲν γὰρ οὐδὲν ἂν βλάψειεν οὔτε Μέλητος οὔτε Ἄνυτος--οὐδὲ γὰρ ἂν δύναιτο....

          ἀποκτείνειε μεντἂν ἴσως ἐξελάσειεν ἀτιμώσειεν:

... πολλοῦ δέω ἐγὼ ὑπὲρ ἐμαυτοῦ ἀπολογεῖσθαι, ὥς τις ἂν οἴοιτο, ἀλλὰ ὑπὲρ ὑμῶν, μή τι ἐξαμάρτητε περὶ τὴν τοῦ [30e] θεοῦ δόσιν ὑμῖν

          ἐμοῦ καταψηφισάμενοι.

          ἐὰν γάρ με ἀποκτείνητε, οὐ ῥᾳδίως ἄλλον τοιοῦτον εὑρήσετε, ἀτεχνῶς--εἰ καὶ γελοιότερον εἰπεῖν

          προσκείμενον τῇ πόλει ὑπὸ τοῦ θεοῦ ὥσπερ ἵππῳ μεγάλῳ μὲν καὶ γενναίῳ, ὑπὸ μεγέθους δὲ νωθεστέρῳ καὶ δεομένῳ ἐγείρεσθαι ὑπὸ μύωπός τινος, οἷον δή μοι δοκεῖ θεὸς ἐμὲ τῇ πόλει προστεθηκέναι τοιοῦτόν τινα,

          ὃς ὑμᾶς ἐγείρων καὶ πείθων καὶ ὀνειδίζων ἕνα ἕκαστον [31a] οὐδὲν παύομαι τὴν ἡμέραν ὅλην πανταχοῦ προσκαθίζων. τοιοῦτος οὖν ἄλλος οὐ ῥᾳδίως ὑμῖν γενήσεται, ὦ ἄνδρες,

          ἀλλ' ἐὰν ἐμοὶ πείθησθε, φείσεσθέ μου:

ὑμεῖς δ' ἴσως τάχ' ἂν ἀχθόμενοι, ὥσπερ οἱ νυστάζοντες ἐγειρόμενοι, κρούσαντες ἄν με,

          πειθόμενοι Ἀνύτῳ, ῥᾳδίως ἂν ἀποκτείναιτε, εἶτα τὸν λοιπὸν βίον καθεύδοντες διατελοῖτε ἄν,

          εἰ μή τινα ἄλλον θεὸς ὑμῖν ἐπιπέμψειεν κηδόμενος ὑμῶν.

ὅτι δ' ἐγὼ τυγχάνω ὢν τοιοῦτος οἷος ὑπὸ τοῦ θεοῦ τῇ πόλει δεδόσθαι, ἐνθένδε [31b] ἂν κατανοήσαιτε: οὐ γὰρ ἀνθρωπίνῳ ἔοικε τὸ ἐμὲ τῶν μὲν ἐμαυτοῦ πάντων ἠμεληκέναι καὶ ἀνέχεσθαι τῶν οἰκείων ἀμελουμένων τοσαῦτα ἤδη ἔτη, τὸ δὲ ὑμέτερον πράττειν ἀεί, ...

 

           καὶ εἰ μέν τι ἀπὸ τούτων ἀπέλαυον καὶ μισθὸν λαμβάνων ταῦτα παρεκελευόμην,

          εἶχον ἄν τινα λόγον: νῦν δὲ ὁρᾶτε δὴ καὶ αὐτοὶ ὅτι οἱ κατήγοροι τἆλλα πάντα ἀναισχύντως οὕτω κατηγοροῦντες

          τοῦτό γε οὐχ οἷοί τε ἐγένοντο ἀπαναισχυντῆσαι παρασχόμενοι μάρτυρα,

          ὡς ἐγώ ποτέ τινα ἢ ἐπραξάμην μισθὸνᾔτησα.

          ἱκανὸν γάρ, οἶμαι, ἐγὼ παρέχομαι τὸν μάρτυρα ὡς ἀληθῆ λέγω, τὴν πενίαν.