The Trial: John 18.28-38
Basic vocabulary: ἄγω/ἤγαγον —lead, bring; ἔρχομαι/ἦλθον—come ἀποκρίνομαι/ἀπεκρινάμην—answer; γίγνομαι/ἐγενόμην—(be)come δίδωμι/ἔδωκα—give; λαμβάνω/ἔλαβον—take; ἀποκτείνω/ἀπέκτεινα—kill; λέγω/εἶπον—say, tell ; εἰμὶ, εἶ, ἐστι/infinitive εἶναι— (to) be. φέρω—bring, bear. ἀλήθεια—truth; βασιλεύς—king, βασιλεία— kingdom; αἰτία—charge (crime);
κόσμος —world; ὑπηρέτης (-ου)—servant (declined like πολίτης)] [[Click here for audio]]
῎Αγουσιν οὖν τὸν ᾿Ιησοῦν ἀπὸ τοῦ Καϊάφα* [Caiaphas, the high priest]
εἰς τὸ πραιτώριον·* . . . [*πραιτώριον—pretorium,
ἐξῆλθεν οὖν ὁ Πιλᾶτος ἔξω πρὸς αὐτοὺς καὶ φησίν, administrative center]
Τίνα κατηγορίαν φέρετε [κατὰ] τοῦ ἀνθρώπου τούτου; charge/complaints
ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ,
Εἰ μὴ ἦν* οὗτος κακὸν ποιῶν, [* 'If (he) were not . . .
οὐκ ἄν* σοι παρεδώκαμεν [=παρ-ε-δο-μεν] αὐτόν. ...we would not...]
εἶπεν οὖν αὐτοῖς ὁ Πιλᾶτος, Λάβετε αὐτὸν ὑμεῖς,
31) καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε* αὐτόν. [κρίνω—judge ]
εἶπον αὐτῷ οἱ ᾿Ιουδαῖοι,
῾Ημῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα· . . .
Εἰσῆλθεν οὖν πάλιν εἰς τὸ πραιτώριον ὁ Πιλᾶτος καὶ
33) ἐφώνησεν* τὸν ᾿Ιησοῦν καὶ εἶπεν αὐτῷ, [φωνέω =καλέω, —call, speak]
Σὺ εἶ ὁ βασιλεὺς τῶν ᾿Ιουδαίων;
ἀπεκρίθη ᾿Ιησοῦς,
᾿Απὸ σεαυτοῦ* σὺ τοῦτο λέγεις ['of your own accord']
ἢ ἄλλοι εἶπόν σοι περὶ ἐμοῦ; [[Click here for audio, cont.]]
ἀπεκρίθη ὁ Πιλᾶτος, Μήτι* ἐγὼ ᾿Ιουδαῖός εἰμι; ['(surely) not...?']
τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν* σε ἐμοί· * =παρ-ε-δο-σαν
τί ἐποίησας;
ἀπεκρίθη ᾿Ιησοῦς, ῾Η βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου·
36) εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται οἱ ἐμοὶ
ἠγωνίζοντο [ἂν] ἵνα μὴ παραδοθῶ [would fight, that I not be surrendered]
. . .εἶπεν οὖν αὐτῷ ὁ Πιλᾶτος, Οὐκοῦν βασιλεὺς εἶ σύ;
ἀπεκρίθη ὁ ᾿Ιησοῦς, Σὺ λέγεις ὅτι βασιλεύς εἰμι.
ἐγὼ εἰς τοῦτο γεγέννημαι* καὶ εἰς τοῦτο ἐλήλυθα* [=ἐγενόμην...ἦλθον]
εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω* τῇ ἀληθείᾳ· . . [=ὡς μαρτυρήσων, 'to bear witness']
λέγει αὐτῷ ὁ Πιλᾶτος, Τί ἐστιν ἀλήθεια;
38) Καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθεν πρὸς τοὺς ᾿Ιουδαίους,
καὶ λέγει αὐτοῖς, ᾿Εγὼ οὐδεμίαν εὑρίσκω ἐν αὐτῷ αἰτίαν.