ΣΙΣ.} ἦν χρόνος ὅτ’ ἦν ἄτακτος ἀνθρώπων βίος (1)

καὶ θηριώδης ἰσχύος θ’ ὑπηρέτης,

ὅτ’ οὐδὲν ἆθλον οὔτε τοῖς ἐσθλοῖσιν ἦν

οὔτ’ αὖ κόλασμα τοῖς κακοῖς ἐγίγνετο.

κἄπειτά μοι δοκοῦσιν ἅνθρωποι νόμους (5)

θέσθαι κολαστάς, ἵνα δίκη τύραννος ᾖ

<××> τήν θ’ ὕβριν δούλην ἔχῃ·

ἐζημιοῦτο δ’ εἴ τις ἐξαμαρτάνοι.

ἔπειτ’ ἐπειδὴ τἀμφανῆ μὲν οἱ νόμοι

ἀπεῖργον αὐτοὺς ἔργα μὴ πράσσειν βίᾳ, (10)

λάθρᾳ δ’ ἔπρασσον, τηνικαῦτά μοι δοκεῖ

<> πυκνός τις καὶ σοφὸς γνώμην ἀνήρ

<θεῶν> δέος θνητοῖσιν ἐξευρεῖν, ὅπως

εἴη τι δεῖμα τοῖς κακοῖσι, κἂν λάθρᾳ

πράσσωσιν ἢ λέγωσιν ἢ φρονῶσί <τι>. (15)

ἐντεῦθεν οὖν τὸ θεῖον εἰσηγήσατο,

ὡς ἔστι δαίμων ἀφθίτῳ θάλλων βίῳ

νόῳ τ’ ἀκούων καὶ βλέπων, φρονῶν τε καί

προσέχων τε ταῦτα καὶ φύσιν θείαν φορῶν,

ὃς πᾶν {μὲν} τὸ λεχθὲν ἐν βροτοῖς ἀκού<σ>εται, (20)

<τὸ> δρώμενον δὲ πᾶν ἰδεῖν δυνήσεται.

ἐὰν δὲ σὺν σιγῇ τι βουλεύῃς κακόν,

τοῦτ’ οὐχὶ λήσει τοὺς θεούς· τὸ γὰρ φρονοῦν

<×> ἔνεστι. τούσδε τοὺς λόγους λέγων

διδαγμάτων ἥδιστον εἰσηγήσατο (25)

ψευδεῖ καλύψας τὴν ἀλήθειαν λόγῳ.

<ν>αίει<ν> δ’ ἔφασκε τοὺς θεοὺς ἐνταῦθ’ ἵνα

μάλιστ’ ἂ<ν> ἐξέπληξεν ἀνθρώπους ἄγων,

ὅθεν περ ἔγνω τοὺς φόβους ὄντας βροτοῖς

καὶ τὰς ὀνήσεις τῷ ταλαιπώρῳ βίῳ, (30)

ἐκ τῆς ὕπερθε περιφορᾶς, ἵν’ ἀστραπάς

κατεῖδον οὔσας, δεινὰ δὲ κτυπήματα

βροντῆς τό τ’ ἀστερωπὸν οὐρανοῦ δέμας,

Χρόνου καλὸν ποίκιλμα, τέκτονος σοφοῦ, @1

ὅθεν τε λαμπρὸς ἀστέρος στείχει μύδρος (35)

ὅ θ’ ὑγρὸς εἰς γῆν ὄμβρος ἐκπορεύεται.

τοίους πέριξ ἔστησεν ἀνθρώποις φόβους,

δι’ οὓς καλῶς τε τῷ λόγῳ κατῴκισεν

τὸν δαίμον’ οὗτος ἐν πρέποντι χωρίῳ,

τὴν ἀνομίαν τε τοῖς νόμοις κατέσβεσεν (40)

**

οὕτω δὲ πρῶτον οἴομαι πεῖσαί τινα

θνητοὺς νομίζειν δαιμόνων εἶναι γένος