Καὶ εἰσῆλθεν Ἰησοῦς εἰς τὸ ἱερόν,

καὶ ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ,

καὶ τς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψεν καὶ τς  καθέδρας τῶν πωλούντων τὰς περιστεράς,

13]   καὶ λέγει αὐτοῖς, Γέγραπται,

 “ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται,

ὑμεῖς δὲ αὐτὸν ποιεῖτε σπήλαιον λῃστῶν.

....

23]  Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ ἱερὸν,

προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς

καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ

λέγοντες,” Ἐν ποίἐξουσιᾴ ταῦτα ποιεῖς;

καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην;”

24]  ἀποκριθεὶς δὲ ὁ  Ἰησοῦς εἶπεν αὐτοῖς, Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα,

ὃν ἐὰν εἴπητέ μοι, κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ --  τὸ βάπτισμα τὸ Ἰωάννου πόθεν ἦν;  ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων?

οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες, Ἐὰν εἴπωμεν, Ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν,

Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ?

26] ἐὰν δὲ εἴπωμεν, Ἐξ ἀνθρώπων, φοβοῦμεθα τὸν ὄχλον, πάντες γὰρ

ὡς προφήτην ἔχουσιν τὸν Ἰωάννην.

καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπαν,

Οὐκ οἴδαμεν.   ἔφη αὐτοῖς καὶ αὐτός,

Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

 

[[Click here for audio]]

 

πωλέω = sell... ἀγοράζω = buy, traffic

τραπέζα=table ... κολλυβιστής=moneychanger ... καταστρέφω=overturn περιστερά = dove, pidgeon

from γράφωͺ perf.pass. = 'it is written' ...προσ-ευχη = prayer;  'shall be called' ...

σπήλαιον=cave, den; λῃστής=thief

 

 

διδάσκω = teach:

ἀρχ-ιερεύς = high-priest

πρεσβύτερος = elder; λαός=people ποῖος=what sort(of); ἐξουσία=power, authority

ἔδωκαͺ aorist from δίδωμι =gave

 

ἀποκριθεις = ἀποκρινομένος ἐρωτήσω = I shall ask;

 κἀγω = καὶ ἐγωͺ    ἐὰν = if

πόθεν = whence, from where? οὐρανός = heaven

διαλογίζομαι =  consider

 

πιστεύω = trust, believe in (+dat.)

 

 ὄχλος=throng, mob

 

 

οἴδα  =know