Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας.

οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι.

18] ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται.

κατα-λύω =dissolve,

undo ... πληρόω = fulfill ...

παρέρχομαι = pass beyond, away

ἰῶτα ἓν ἢ μία κεραία... one iota or one dot.

19] ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

ὃς δ᾽ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

ἐντολη; = commandment ...

ἐλάχιστος= least ...

διδάσκω [διδάξω, ἐδίδαξα] =teach

κληθήσεται future passive < καλέω, 'will be called'

...21] Ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις,

Οὐ φονεύσεις. ὃς δ ἀν φονεύσῃ, ἔνοχος ἔσται τῇ κρίσει. 22] ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ ἔνοχος ἔσται τῇ κρίσεῖ

ἐρρέθη-- aorist passive from λέγω, 'it was said'

...φονεύω =ἀποκτείνω

ἔνοχος = liable, punishable ...

κρίσις=trial, judgement

31] Ἐρρέθη δέ, Ὁς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, δότω αὐτῇ ἀποστάσιον.

32]  ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ [παρεκτὸς λόγου πορνείας] ποιεῖ αὐτὴν μοιχευθῆναι,

καὶ ὃς ἐὰν ἀπολελυμένην γαμήσῃ, μοιχᾶται.

ἀπολύω = send away, divorce... δότω...ἀποστάσιον = let him give...formal separation ...

παρεκτὸς λόγου πορνείας lit. 'outside claim of prostitution' =except in case of ...

μοιχεύ-ομαι / μοιχα-ομαι = 'commit adultery' (aor.pass.)

ἀπολελυμένη, perf. pass. = (woman) having been divorced

Ch.23. ...Τότε ὁ Ἰησοῦς ἐλάλησεν τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ [2] λέγων,

Ἐπὶ τῆς Μωυσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι.

3] πάντα οὖν ὅσα ἐὰν εἴπωσιν ὑμῖν ποιήσατε καὶ τηρεῖτε, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. λέγουσιν γὰρ καὶ οὐ ποιοῦσιν.

λαλέω = preach ... ὄχλος =crowd ...

 

καθέδρα = seat (of authority)

γραμματεύς = scribe .....τηρέω = watch, observe