Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, οἶδα--know
καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι....
8) ἰδόντες δὲ οἱ μαθηταὶ ἠγανάκτησαν λέγοντες, ἀγανακτέω--be annoyed
... “ἐδύνατο τοῦτο πραθῆναι πολλοῦ ‹‹ πιπράσκω--sell. πολλοῦ gen. of price
καὶ δοθῆναι πτωχοῖς.” πτωχοί--beggars
(10) γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς,
“Tί κόπους παρέχετε τῇ γυναικί; trouble (lit. 'beating')
ἔργον γὰρ καλὸν ἠργάσατο εἰς ἐμέ·...
(12) βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου
πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν.” articular infinitive = '(to prepare) for burial'
... (14) Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης,
πρὸς τοὺς ἀρχιερεῖς εἶπεν, Τί θέλετέ μοι δοῦναι
κἀγὼ ὑμῖν παραδώσω αὐτόν; παρα-δίδωμι--give over, betray
oἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια. thirty silver (pieces)
(16) καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ. opportunity
. . .
(20) ἐσπέρας δὲ γενομένης ... καὶ ἐσθιόντων αὐτῶν εἶπεν, ἐσθίω--eat
“Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.”
(22) καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν λυπέω-- hurt; σφόδρα--deeply
αὐτῷ εἷς ἕκαστος, “Μήτι ἐγώ εἰμι, κύριε;”
...(25) ἀποκριθεὶς δὲ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπεν, “Μήτι ἐγώ εἰμι,
ῥαββί;” λέγει αὐτῷ, “Σὺ εἶπας.” ...
(27) καὶ λαβὼν ποτήριον καὶ εὐχαριστήσας cup
ἔδωκεν αὐτοῖς λέγων, Πίετε ἐξ αὐτοῦ πάντες, drink
(28) τοῦτο γάρ ἐστιν τὸ αἷμά μου τῆς διαθήκης blood; covenant
τὸ περὶ πολλῶν ἐκχυννόμενον poured out, shed
εἰς ἄφεσιν ἁμαρτιῶν. release, redemption (< ἀφ-ίημι)
... [The high priests and elders send a mob]
(48) ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον sign
λέγων, Ὃν ἂν φιλήσω αὐτός ἐστιν· κρατήσατε αὐτόν. φιλέω = 'kiss' or 'embrace'
καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπεν, Χαῖρε, ῥαββί·
καὶ κατεφίλησεν αὐτόν. ...
τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν
καὶ ἐκράτησαν αὐτόν. (51) καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ
ἐκτείνας τὴν χεῖρα ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ ἐκ-τείνω, stretch out; drew
καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως πατάσσω, strike
ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. ἀφ-αιρέω, take off; ear (diminutive)
(52) τότε λέγει αὐτῷ ὁ Ἰησοῦς, ...
“πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρῃ ἀπολοῦνται. will perish
(53) ἢ δοκεῖς ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν πατέρα μου,
καὶ παραστήσει μοι ἄρτι πλείω δώδεκα λεγιῶνας ἀγγέλων; ‹παρ-ίστημι
(54) πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτως δεῖ γενέσθαι;” ...
(56) τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ perfect ~ ἐγένετο
τῶν προφητῶν. Τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον.