Herodotos 1.96-8, the rise of Deiokes (from village judge to tyrant)  

 

 Ἐόντων δὲ αὐτονόμων πάντων ἀνὰ τὴν ἤπειρον,

ὧδε αὖτις ἐς τυραννίδα περιῆλθον. Ἀνὴρ ἐν τοῖσι Μήδοισι ἐγένετο

σοφὸς τῷ οὔνομα ἦν Δηιόκης, παῖς δὲ ἦν Φραόρτεω. Οὗτος ὁ Δηιόκης

ἐρασθεὶς τυραννίδος ἐποίεε τοιάδε. Κατοικημένων τῶν Μήδων κατὰ

κώμας, ἐν τῇ ἑωυτοῦ ἐὼν καὶ πρότερον δόκιμος καὶ μᾶλλόν τι καὶ               [κώμη = village]

προθυμότερον δικαιοσύνην ἐπιθέμενος ἤσκεε, καὶ ταῦτα μέντοι ἐούσης

ἀνομίης πολλῆς ἀνὰ πᾶσαν τὴν Μηδικὴν ἐποίεε, ἐπιστάμενος ὅτι τῷ

δικαίῳ τὸ ἄδικον πολέμιόν ἐστι. Οἱ δ’ ἐκ τῆς αὐτῆς κώμης Μῆδοι ὁρῶντες  

αὐτοῦ τοὺς τρόπους δικαστήν μιν ἑωυτῶν αἱρέοντο· ὁ δὲ δή, οἷα μνώμενος

ἀρχήν, ἰθύς τε καὶ δίκαιος ἦν. Ποιέων τε ταῦτα ἔπαινον εἶχε οὐκ ὀλίγον       [ἰθύς = straight, upright]

πρὸς τῶν πολιητέων, οὕτω ὥστε πυνθανόμενοι οἱ ἐν τῇσι ἄλλῃσι κώμῃσι

ὡς Δηιόκης εἴη ἀνὴρ μοῦνος κατὰ τὸ ὀρθὸν δικάζων, πρότερον περιπίπ-

τοντες ἀδίκοισι γνώμῃσι, τότε, ἐπείτε ἤκουσαν, ἄσμενοι ἐφοίτων     [περιπιπτω = ‘fall into, be entangled

παρὰ τὸν Δηιόκην καὶ αὐτοὶ δικασόμενοι, τέλος δὲ                            [ἐπιτρέπω = ‘turn to’, entrust their cases]

(97.) οὐδενὶ ἄλλῳ ἐπετρέποντο. Πλέονος δὲ αἰεὶ γινομένου τοῦ ἐπιφοιτῶντος,

οἷα πυνθανομένων τὰς δίκας ἀποβαίνειν κατὰ τὸ ἐόν, γνοὺς ὁ Δηιόκης

ἐς ἑωυτὸν πᾶν ἀνακείμενον οὔτε κατίζειν ἔτι ἤθελε ἔνθα περ πρότερον [ἀνακείμαι as passive of ἀνατίθημι]

προκατίζων ἐδίκαζε οὔτ’ ἔφη δικᾶν ἔτι· οὐ γάρ οἱ λυσιτελέειν τῶν   [λυσιτελεῖ + dat. =profit, be to his advantage]

ἑωυτοῦ ἐξημεληκότα τοῖσι πέλας δι’ ἡμέρης δικάζειν.Ἐούσης ὦν

ἁρπαγῆς καὶ ἀνομίης ἔτι πολλῷ μᾶλλον ἀνὰ τὰς κώμας ἢ πρότερον ἦν,

συνελέχθησαν οἱ Μῆδοι ἐς τὠυτὸ καὶ ἐδίδοσαν σφίσι λόγον, …

 ‑-ὡς δ’ ἐγὼ δοκέω, μάλιστα ἔλεγον οἱ τοῦ Δηιόκεω  φίλοι· «Οὐ γὰρ

δὴ τρόπῳ τῷ παρεόντι χρεώμενοι δυνατοί εἰμεν οἰκέειν τὴν χώρην,

φέρε στήσωμεν ἡμέων αὐτῶν βασιλέα· καὶ οὕτω ἥ τε χώρη εὐνομήσεται

 καὶ αὐτοὶ πρὸς ἔργα τρεψόμεθα οὐδὲ ὑπ’ ἀνομίης ἀνάστατοι ἐσόμεθα.»

(98.) Ταῦτά κῃ λέγοντες πείθουσι ἑωυτοὺς βασιλεύεσθαι. Αὐτίκα δὲ

προβαλλομένων ὅντινα στήσονται βασιλέα, ὁ Δηιόκης ἦν πολλὸς ὑπὸ

παντὸς ἀνδρὸς καὶ προβαλλόμενος καὶ αἰνεόμενος, ἐς ὃ τοῦτον καταινέουσι

βασιλέα σφίσι εἶναι. Ὁ δ’ ἐκέλευε αὐτοὺς οἰκία τε ἑωυτῷ ἄξια τῆς βασιληίης 

οἰκοδομῆσαι καὶ κρατῦναι αὐτὸν δορυφόροισι. Ποιεῦσι δὴ ταῦτα οἱ Μῆδοι·

οἰκοδομέουσί τε γὰρ αὐτῷ οἰκία μεγάλα τε καὶ ἰσχυρά… Ὁ δέ, ὡς ἔσχε τὴν ἀρχήν,

τοὺς Μήδους ἠνάγκασε ἓν πόλισμα ποιήσασθαι καὶ τοῦτο περιστέλλοντας

τῶν ἄλλων ἧσσον ἐπιμέλεσθαι. Πειθομένων δὲ καὶ ταῦτα τῶν Μήδων

οἰκοδομέει τείχεα μεγάλα τε καὶ καρτερά, ταῦτα τὰ νῦν Ἀγβάτανα κέκληται, .