[18a] …τοῦτο ὑμῶν δέομαι δίκαιον,
τὸν μὲν τρόπον τῆς λέξεως
ἐᾶν
--ἴσως μὲν γὰρ χείρων, ἴσως δὲ βελτίων ἂν εἴη
--αὐτὸ
δὲ
τοῦτο
σκοπεῖν
καὶ
τούτῳ τὸν νοῦν προσέχειν,
εἰ
δίκαια
λέγω
ἢ μή·
δικαστοῦ μὲν γὰρ αὕτη ἀρετή, ῥήτορος δὲ τἀληθῆ λέγειν.
πρῶτον μὲν οὖν δίκαιός εἰμι ἀπολογήσασθαι, ΄
πρὸς τὰ πρῶτά
...κατηγορημένα καὶ τοὺς πρώτους κατηγόρους,
ἔπειτα δὲ πρὸς τὰ ὕστερον καὶ τοὺς
(b) ἐμοῦ γὰρ πολλοὶ κατήγοροι γεγόνασι πρὸς ὑμᾶς
καὶ
…οὐδὲν ἀληθὲς λέγοντες,
οὓς ἐγὼ μᾶλλον φοβοῦμαι ἢ τοὺς ἀμφὶ Ἄνυτον,
καίπερ ὄντας καὶ τούτους δεινούς· ἀλλ' ἐκεῖνοι δεινότεροι…
οἳ
ὑμῶν τοὺς πολλοὺς ἐκ παίδων παραλαμβάνοντες
ἔπειθόν τε
καὶ κατηγόρουν ἐμοῦ … οὐδὲν ἀληθές,
ὡς ἔστιν
τις Σωκράτης σοφὸς ἀνήρ,
τά τε μετέωρα φροντιστὴς
καὶ τὰ ὑπὸ γῆς πάντα
ἀνεζητηκὼς
καὶ τὸν
ἥττω λόγον κρείττω ποιῶν.
(c) οὗτοι
…
οἱ γὰρ ἀκούοντες ἡγοῦνται
τοὺς ταῦτα ζητοῦντας οὐδὲ θεοὺς νομίζειν.
ἔπειτά εἰσιν οὗτοι
οἱ κατήγοροι πολλοὶ
καὶ πολὺν χρόνον
ἤδη κατηγορηκότες,
ἔτι δὲ
καὶ ἐν ταύτῃ τῇ ἡλικίᾳ λέγοντες
πρὸς ὑμᾶς
ἐν
ᾗ ἂν μάλιστα ἐπιστεύσατε, παῖδες ὄντες
… ἐρήμην
κατηγοροῦντες ἀπολογουμένου οὐδενός.
(d) ὃ δὲ πάντων ἀλογώτατον, ὅτι οὐδὲ οἷόν τε (ἐστὶν) εἰδέναι τὰ ὀνόματα αὐτῶν, ...
πλὴν
εἴ
τις κωμῳδοποιὸς τυγχάνει ὤν.
ὅσοι δὲ φθόνῳ καὶ διαβολῇ χρώμενοι ὑμᾶς ἀνέπειθον
--οἱ δὲ καὶ αὐτοὶ πεπεισμένοι ἄλλους
πείθοντες
--οὗτοι πάντες ἀπορώτατοί εἰσιν·
οὐδὲ γὰρ ἀναβιβάσασθαι οἷόν τ' ἐστὶν αὐτῶν ἐνταυθοῖ οὐδ' ἐλέγξαι οὐδένα,
ἀλλ' ἀνάγκη ... ὥσπερ σκιαμαχεῖν ἀπολογούμενόν
τε
καὶ
ἐλέγχειν
μηδενὸς
ἀποκρινομένου.
ἀξιώσατε οὖν καὶ ὑμεῖς, ... διττούς μου τοὺς κατηγόρους γεγονέναι,
ἑτέρους
μὲν τοὺς ἄρτι κατηγορήσαντας,
(e) ἑτέρους
δὲ τοὺς πάλαι οὓς ...