A) Give synopses 3rd singular--pres. fut. aorist (impf. optional); act. mid. & pass; indicative, subjunctive and optative—for the following verbs. (on the quiz you will choose 1 of 3, not necessarily these)

 

                   δείκνυμι                      ράω                            τίθημι

 

 

B) Translate the following passages:  (on the quiz you choose 6 out of 7)

 

1] ἀφικνοῦνται ἐς Σάρδις ἄλλοι τε ἐκ τῆς Ἑλλάδος σοφισταὶ καὶ ὁ Σόλων, ἀνὴρ Ἀθηναῖος. ὁ δὲ τοῖς Ἀθηναίοις νόμους ποιήσας ἀπεδήμησε ἔτη δέκα, ἵνα μή τινα τῶν νόμων ἀναγκασθείη λῦσαι ὧν ἔθετο.   οἱ γὰρ Ἀθηναῖοι κατείχοντο χρήσεσθαι νόμοις οὕστινας Σόλων θεῖτο.

(reminders: κατ-έχω = constrain, require.  χράομαι + dat. = use)

 

2] κελεύσαντος Κροίσου, οἱ θεράποντες (=δοῦλοι) περιῆγον τὸν Σόλωνα κατὰ τοὺς θησαυροὺς ἵνα δείξειαν πάντα ὄντα μεγάλα καὶ ὄλβια. ἔπειτα τὸν Σόλωνα ἤρετο ὁ Κροῖσος τὰδε· "τίς ἐστὶν ὀλβιώτατος πάντων ἀνθρώπων ὧν εἶδες."  ὁ δ’ ἁπεκρίνετο, "Τέλλος Ἀθηναῖος.  Τέλλῳ γὰρ παῖδες ἦσαν καλοί τε κἀγαθοὶ καὶ τοῖς παισὶ εἶδε τέκνα ἐκγενόμενα, καὶ τελευτὴ τοῦ βίου λαμπροτάτη ἐγένετο."

 

3] ὡς δὲ ταῦτα περὶ τοῦ Τέλλου ὁ Σόλων εἶπε, ὁ Κροῖσος ἤρετο τίνα δεύτερον ὀλβιώτατον ἴδοι. ὁ δέ, "Κλέοβίν τε καὶ Βίτωνα·” ἔφη, “τούτοις τοῖς νεανίαις, Ἀργείοις γένος, πλοῦτος τε ἦν ἱκανὸς καὶ ἀεθλοφόροι ἀμφότεροι ἦσαν. εἶλκον οὖν τὴν ἅμαξαν,  ἵνα παραγένοιτο ἡ μήτηρ τῇ ἑορτῇ. οὕτως ἡ μήτηρ ἐκομίσθη σταδίους τεσσαράκοντα ἐς τὸ ἱερόν.

 

 4] τελευτὴ τοῦ βίου ἀρίστη αὐτοῖς ἐγένετο. ὁ γὰρ θεὸς ἔδειξε ὅτι ἄμεινον εἴη ἀνθρώπῳ τεθνάναι μᾶλλον ἢ ζῆν. ... ἡ δὲ μήτηρ στᾶσα ἀντιον τοῦ ἀγάλματος τῆς θεοῦ ηὔχετο τοῖς ἑαυτῆς τέκνοις, τὴν θεὸν δοῦναι ὅ τι ἀνθρώπῳ ἂριστον εἴη.  μετὰ δὲ ταύτην τὴν εὐχήν, καθεύδοντες ἐν αὐτῷ τῷ ἱερῷ οἱ νεανίαι οὐκέτι ἀνέστησαν ἀλλ ᾽ οὒτως ἐτελεύτησαν.

 

5] τὸν δὲ Κροῖσον ὀργισθέντα ἒλαβεν Νέμεσις μεγάλη ἐκ τοῦ θεοῦ. καθεύδοντι γὰρ αὐτῷ ἐπέστη ὂνειρος ὅς σημαίνει τὸν παῖδα, τὸν  Ἄτυν, ἀποθανεῖσθαι αἰχμῇ σιδηρέᾳ βληθέντα.  ἀκόντια οὖν καὶ πάντα οἷς χρῶνται ἐς πόλεμον ἄνθρωποι ἐκ τῶν ἀνδρεώνων ἐξεκόμισε, (ἵνα) μή τι τῷ παιδὶ ἐμπέσοι.

 

6] τῷ οὖν παιδὶ γυναῖκα ἂγεται, καὶ ἐπὶ πόλεμον οὐκέτι ἐξέπεμψεν αὐτόν. τέλος δὲ ἀφικόμενοι παρὰ τὸν Κροῖσον τῶν Μυσῶν ἄγγελοι ἔλεγον τάδε, “ὦ βασιλεῦͺ δεόμεθά σου τὸν παῖδα πέμψαι ἡμῖν, ἵνα τὸν ὗν ἐξέλωμεν ἐκ τῆς χώρας.”

 

7] ἀφίκετο ἐς Σάρδις ἀνὴρ οὐ καθαρὸς ὢν τὰς χείρας. ἐπεὶ δὲ τὰ νομιζόμενα ἐποίησεν ὁ Κροῖσος, ἐπυνθάνετο ὁπόθεν τε ἥκοι καὶ τίς εἴη. ὁ δὲ ἀπεκρίνατο, “ὦ βασιλεῦ, φονέυσας τὸν ἐμαυτου ἀδελφὸν ἄκων πάρειμι, ἐξεληλαμένος ὑπὸ τοῦ πατρὸς Γορδίου.” ὁ δὲ Κροῖσος ἀπεκρίνατο, “ἥκεις ἐς φίλους.”  (ἐξεληλαμένος-, perfect passive << ἐξ-ελαύνω)

 

8] ὁ οὖν` Κροῖσος μετεπέμψατο τὸν  Ἄδραστον ἵνα φυλάσσοι τὸν παῖδα. πρὸς δὲ τὴν Νέμεσιν οὐδεμία φυγή [ἐστιν].  ἀφικόμενοι ἐς Ὄλυμπον τὸ ὄρος ηὗρον τὸ θηρίον καὶ περιστάντες αὐτὸ κύκλῳ ἐσηκόντιζον (=ἀκόντια ἔβαλλον). ὁ οὖν  Ἄδρηστος ἀκοντίζων τὸν ὗν, τοῦ μὲν ὑὸς ἥμαρτε, τοῦ δὲ Κροίσου παιδὸς ἔτυχεν.

 

9] λυπούμενος δὲ ὁ Κροῖσος ἐκάλει μὲν Δία καθάρσιον, μαρτυρόμενος ἃ ὑπὸ τοῦ ξένου ἔπαθεν. ἐκάλει δὲ καὶ τὸν Δία ἑταιρεῖον, διότι φύλακα συμπέμψας αὐτὸν ηὗρε πολεμιώτατον. ὁ μὲν οὖν Ἄδρηστος, στὰς πρὸ τοῦ νεκροῦ παρεδίδου ἑαυτὸν Κροίσῳ, ἐπικατασφάξαι ἑαυτὸν κελεύων τῷ νεκρῷ.   ἐξὸν τῷ Κροίσῳ ἀποκτεῖναι αὐτόν, εἶπεν ὅτι οὐκ αἴτιος εἴη ὁ Ἄδρηστος ἀλλὰ θεῶν τις, ὃς προεσήμαινε τὰ μέλλοντα ἔσεσθαι.

 

10] ἐφοβήσατο ὁ βασιλεὺς μὴ ἀποθανοῖτο ὁ Ἄτυς ὁ υἱὸς ἑαυτοῦ,

εἰ πέμψειε ἀυτὸν ἐξελεῖν τὸ θηρίον.

εἰ μὴ ἐξέπεμψε τὸν Ἄδρηστον ὡς φυλάξοντα τὸν υἱόν,

οὐκ ἂν ἀπέθανεν ὁ υἱός.

 

 

 C. For any 5 of the underlined verbs change from indicative (or subjunctive) to optative, or vice versa.

 

 

 

Extra: Need more of a challenge?

    Put basic sentences  into 'secondary sequence' after '(someone) said/asked' (in Greek)

 

(from 4)  ὁ Σόλων εἶπε ὅτι + ...οἱ νεανίαι οὐκέτι ἀνέστησαν ἀλλ ᾽ οὒτως ἐτελεύτησαν               

         ---> 'Solon said that the young men did not get up again but thus met their end'  (use optative)

 

(from 6)  'The strangers asked whether Kroisos would send his son so that they might drive out the beast.'

 ---> οἱ ξένοι ἤροντο πότερον ...

 

(make up your own?)